Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.162 Joseph. AJ 11.168 (English) >>Joseph. AJ 11.172

11.166 δὲ βασιλεὺς διδόναι τε τὴν δωρεὰν κατένευσεν καὶ πρὸς τοὺς σατράπας κομίσαι γράμματα, ὅπως τιμῆς τε αὐτὸν ἀξιώσωσι καὶ πᾶσαν παράσχωσιν χορηγίαν εἰς ἅπερ βούλεται. “πέπαυσο δή, φησί, λυπούμενος καὶ χαίρων ἡμῖν τοῦ λοιποῦ διακόνει.” 11.167 μὲν οὖν Νεεμίας προσκυνήσας τῷ θεῷ καὶ τῷ βασιλεῖ τῆς ὑποσχέσεως εὐχαριστήσας τὸ κατηφὲς τοῦ προσώπου καὶ συγκεχυμένον ἀπεκάθηρεν τῇ περὶ τῶν ἐπηγγελμένων ἡδονῇ. καλέσας δὲ αὐτὸν τῇ ἐπιούσῃ δίδωσιν αὐτῷ πρὸς Ἀδδαῖον ἐπιστολὴν κομίσαι τὸν τῆς Συρίας καὶ Φοινίκης καὶ Σαμαρείας ἔπαρχον, ἐν περί τε τῆς τιμῆς τοῦ Νεεμίου καὶ χορηγίας τῆς εἰς τὴν οἰκοδομίαν ἐπεστάλκει. 11.168

Γενόμενος οὖν ἐν Βαβυλῶνι καὶ πολλοὺς τῶν ὁμοφύλων ἐθελοντὶ ἀκολουθοῦντας αὐτῷ παραλαβὼν ἧκεν εἰς Ἱεροσόλυμα πέμπτον καὶ εἰκοστὸν ἔτος ἤδη βασιλεύοντος Ξέρξου, καὶ δείξας τῷ θεῷ τὰς ἐπιστολὰς ἀποδίδωσιν τῷ Ἀδδαίῳ καὶ τοῖς ἄλλοις ἐπάρχοις, καὶ συγκαλέσας πάντα τὸν λαὸν εἰς Ἱεροσόλυμα στὰς ἐν μέσῳ τῷ ἱερῷ τοιούτους ἐποιήσατο πρὸς αὐτὸν τοὺς λόγους· 11.169ἄνδρες Ἰουδαῖοι, τὸν μὲν θεὸν ἴστε μνήμῃ τῶν πατέρων Ἀβράμου καὶ Ἰσάκου καὶ Ἰακώβου παραμένοντα καὶ διὰ τῆς ἐκείνων δικαιοσύνης οὐκ ἐγκαταλείποντα τὴν ὑπὲρ ὑμῶν πρόνοιαν· ἀμέλει συνήργησέν μοι παρὰ τοῦ βασιλέως λαβεῖν ἐξουσίαν, ὅπως ὑμῶν τὸ τεῖχος ἀναστήσω καὶ τὸ λείψανον τοῦ ἱεροῦ τελειώσω.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.162 Joseph. AJ 11.168 (English) >>Joseph. AJ 11.172

Powered by PhiloLogic